TLG 1534 002 :: NICOCLES :: Fragmenta NICOCLES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 464–465. frr. 1–3 Citation: Fragment — (line) | ||
t1-3c | ΛΑΚΩΝΩΝ ΠΟΛΙΤΕΙΑ. | |
1(t) | E LIBRO PRIORE. | |
1 | Athenaeus IV: Ἀλλὰ μὴν οὐδ’ ὀρθα‐ γορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ’ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πι‐ πράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πο‐ | |
---|---|---|
5 | λιτείᾳ, καὶ Διοσκουρίδης ἐν δευτέρῳ Πολιτείας, καὶ Ἀριστοκλῆς (scr. Νικοκλῆς) ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας. | |
2a | Athenaeus IV: Ἔστιν ἡ παρασκευὴ τῶν λεγομένων ἐπαΐκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή. Ἣν μὲν γὰρ τοῖς παισὶ παρέ‐ χουσι, πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής. Ἄλφιτα γάρ | |
5 | ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα. | |
2b | Athenaeus. IV: Περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει· «Διακού‐ σας δὲ πάντων ὁ ἔφορος ἤτοι ἀπέλυσεν ἢ κατεδίκασεν. Ὁ δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν | |
5 | ἢ καμματίσιν· ἔστι δὲ τὰ μὲν κάμματα ψαιστὰ, αἱ δὲ καμματίδες αἷς κάπτουσι τὰ ψαιστά.» | |
3a | Schol. Pindar. Nem. II, 1: Ῥαψῳδῆσαι δέ φησι | |
πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς. | 464 | |
3b | Schol. Platonis de prover‐ bio Γλαύκου τέχνη: Ἀριστόξενος ἐν τῷ Περὶ τῆς μουσικῆς ἀκροάσεως καὶ Νικοκλῆς ἐν τῷ Περὶ θεωρίας. | |
3c | Etym. M.: Σκάλοψ, ὁ σπάλαξ λέγεται παρὰ Ἀττικοῖς, καὶ λέγει Νικοκλῆς σκάλοπας, ὡς | |
παρ’ Ἀριστοφάνει· ὁ κεκαλυμμένους ἔχων τοὺς ὄπας. | 465 |